Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.30 Dem. 27.34 (English) >>Dem. 27.37

27.33καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τʼ ἐργαστηρίοις ἐξαρκῶν καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενος; ἆρʼ ὀλίγον, ἀλλʼ οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων; λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ καὶ ἀνάγνωθʼ αὐτοῖς.Μαρτυρίαι

τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον τάλαντον, ὃν οὔτʼ αὐτὸν οὔτε τὸ ἔργον μοι ἀποφαίνουσιν, ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον.

27.34ἔτι τοίνυν, ἄνδρες δικασταί, παρὰ τὸν λόγον ὃν ἀποφέρουσιν, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσιν, ἐπιδείξω ὑμῖν τρεῖς μὲν ὄντας αὐτοὺς πλέον ὀκτὼ τάλαντʼ ἐκ τῶν ἐμῶν ἔχοντας, ἰδίᾳ δʼ ἐκ τούτων Ἄφοβον τρία τάλαντα καὶ χιλίας εἰληφότα, τά τʼ ἀνηλωμένα χωρὶς τούτων πλείω τιθεὶς καὶ ὅσʼ ἐκ τούτων ἀπέδοσαν ἀφαιρῶν, ἵνʼ εἰδῆθʼ ὅτι οὐ μικρᾶς ἀναιδείας τὰ ἐγχειρήματʼ αὐτῶν ἐστίν. 27.35λαβεῖν γὰρ ἐκ τῶν ἐμῶν ὁμολογοῦσιν οὗτος μὲν ὀκτὼ καὶ ἑκατὸν μνᾶς, χωρὶς ὧν ἔχοντʼ αὐτὸν ἐγὼ ἐπιδείξω νῦν, Θηριππίδης δὲ δύο τάλαντα, Δημοφῶν δʼ ἑπτὰ καὶ ὀγδοήκοντα μνᾶς. τοῦτο δʼ ἐστὶ πέντε τάλαντα καὶ πεντεκαίδεκα μναῖ. τούτου τοίνυν μὲν οὐχ ἅθρουν ἐλήφθη, σχεδόν εἰσιν ἑβδομήκοντα μναῖ καὶ ἑπτά, πρόσοδος ἀπὸ τῶν ἀνδραπόδων, δʼ εὐθὺς ἔλαβον οὗτοι, μικροῦ δέοντα τέτταρα τάλαντα· οἷς τὸ ἔργον ἂν προσθῆτʼ ἐπὶ δραχμῇ μόνον τῶν δέκʼ ἐτῶν, ὀκτὼ τάλανθʼ εὑρήσετε σὺν τοῖς ἀρχαίοις καὶ χιλίας γιγνομένας.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.30 Dem. 27.34 (English) >>Dem. 27.37

Powered by PhiloLogic